Σύμφωνα με πληροφορίες από το openculture.com ο George Danek του πανεπιστημίου της Βιέννης και ο Stefan Hagel της Αυστριακής Ακαδημίας των Επιστημών ετοίμασαν μια ερμηνεία που αποτυπώνει το πως ακούγονταν τα ποιήματα αυτά όταν τα τραγουδούσαν στα αρχαία ελληνικά.
Το παρακάτω απόσπασμα αποτελείται από τους στίχους 267-299 της 8ης ραψωδίας της Οδύσσειας, όπου ο Δημόδοκος τραγουδάει για τον έρωτα του Άρη για την Αφροδίτη.
Η μελωδία που ακούγεται δεν είναι ακριβής, αλλά χρησιμοποιήθηκαν μουσικολογικές θεωρίες για την κατά προσέγγιση αναπαραγωγή της, έχοντας και ως δεδομένο πως οι ποιητές έπαιζαν μουσικά όργανα, όπως η φόρμιγξ, μια λύρα τεσσάρων χορδών, στην οποία αυτοσχεδίαζαν, όπως αυτοσχεδίαζαν και στους στίχους.
Το απόσπασμα από τη Ραψωδία Θ’ που ακούγεται:
ἀμφ’ Ἄρεος φιλότητος ἐϋστεφάνου τ’ Ἀφροδίτης,
ὡς τὰ πρῶτ’ ἐμίγησαν ἐν Ἡφαίστοιο δόμοισι
λάθρῃ· πολλὰ δὲ δῶκε, λέχος δ’ ᾔσχυνε καὶ εὐνὴν
Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
Ἥλιος, ὅ σφ’ ἐνόησε μιγαζομένους φιλότητι.
Ἥφαιστος δ’ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
βῆ ῥ’ ἴμεν ἐς χαλκεῶνα, κακὰ φρεσὶ βυσσοδομεύων·
ἐν δ’ ἔθετ’ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
ἀῤῥήκτους ἀλύτους, ὄφρ’ ἔμπεδον αὖθι μένοιεν.
αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
βῆ ῥ’ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνια κεῖτο·
ἀμφὶ δ’ ἄρ’ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ,
πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
ἠΰτ’ ἀράχνια λεπτά· τά γ’ οὔ κέ τις οὐδὲ ἴδοιτο,
οὐδὲ θεῶν μακάρων· περὶ γὰρ δολόεντα τέτυκτο.
αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
εἴσατ’ ἴμεν ἐς Λῆμνον, ἐϋκτίμενον πτολίεθρον,
ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
οὐδ’ ἀλαὸς σκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
βῆ δ’ ἴμεναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο,
ἰχανόων φιλότητος ἐϋστεφάνου Κυθερείης.
ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
ἐρχομένη κατ’ ἄρ’ ἕζεθ’· ὁ δ’ εἴσω δώματος ᾔει
ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·
«δεῦρο, φίλη, λέκτρονδε, τραπείομεν εὐνηθέντε·
οὐ γὰρ ἔθ’ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.»
ὣς φάτο, τῇ δ’ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
τὼ δ’ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
οὐδέ τι κινῆσαι μελέων ἦν οὐδ’ ἀναεῖραι.
καὶ τότε δὴ γίνωσκον, ὅ τ’ οὐκέτι φυκτὰ πέλοντο.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου